Εἰ μέλλουσιν ἡμῖν ἐνθένδε εἴτε ἀποδιδράσκειν,
εἴθ’ ὅπως δεῖ ὀνομάσαι τοῦτο,
ἐλθόντες οἱ νόμοι καὶ τὸ κοινὸν τῆς πόλεως
ἐπιστάντες ἔροιντο·
Εἰπέ μοι, ὦ Σώκρατες, τὶ ἐν νῷ ἔχεις ποιεῖν;
Ἄλλο τι ἤ τούτῳ τῷ ἔργῳ ᾧ ἐπιχειρεῖς
διανοῇ τούς τε νόμους ἡμᾶς ἀπολέσαι
καὶ σύμπασαν τὴν πόλιν τὸ σὸν μέρος;
Ἤ δοκεῖ σοι οἷόν τε
ἔτι ἐκείνην τὴν πόλιν εἶναι καὶ μὴ ἀνατετράφθαι,
ἐν ᾗ ἄν αἱ γενόμεναι δίκαι μηδὲν ἰσχύωσιν
ἀλλὰ ὑπὸ τῶν ἰδιωτῶν ἄκυροί τε γίγνωνται καὶ διαφθείρωνται;
Τί ἐροῦμεν, ὦ Κρίτων, πρὸς ταῦτα καὶ ἄλλα τοιαῦτα;
Πολλὰ γὰρ ἄν τις ἔχοι, ἄλλως τε καὶ ῥήτωρ, εἰπεῖν
ὑπὲρ τούτου τοῦ νόμου ἀπολλυμένου
ὅς τὰς δίκας τὰς δικασθείσας προστάτει κυρίας εἶναι.
Ἤ ἐροῦμεν πρὸς αὐτοὺς ὅτι
«Ἠδίκει γὰρ ἡμᾶς ἡ πόλις καὶ οὐκ ὀρθῶς τὴν δίκην ἔκρινεν;»
Ταῦτα ἤ τι ἐροῦμεν;